Πρός Κορινθίους Β΄ (ια’ 31 – ιβ' 9) |
|
ΠΡΩΤΟΤΥΠΟ |
ΝΕΟΕΛΛΗΝΙΚΗ |
Ἀδελφοί, ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι. | Ἀδελφοί, ὁ Θεὸς καὶ Πατέρας τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ, ποὺ εἶναι εὐλογητὸς αἰωνίως, ξέρει ὅτι δὲν ψεύδομαι. |
Ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν Δαμασκηνῶν πόλιν πιάσαι με θέλων, καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ. | Εἰς τὴν Δαμασκὸν ὁ ἐθνάρχης τοῦ βασιλέως Ἀρέτα ἐφρουροῦσε τὴν πόλιν τῆς Δαμασκοῦ, ἐπειδὴ ἤθελε νὰ μὲ πιάσῃ, ἀλλὰ μὲ κατέβασαν ἀπὸ ἕνα παράθυρο μέσα σὲ καλάθι, ἀπὸ τὸ τεῖχος, καὶ ξέφυγα ἀπὸ τὰ χέρια του. |
Καυχάσθαι δὴ οὐ συμφέρει μοι· ἐλεύσομαι γὰρ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου. Οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων· εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν· ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. Καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον· εἴτε ἐν σώματι εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν· ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄρρητα ρήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. | Τὸ νὰ καυχῶμαι λοιπὸν δὲν εἶναι συμφέρον μου, ἀλλὰ θὰ ἔλθω εἰς ὀπτασίας καὶ ἀποκαλύψεις τοῦ Κυρίου. Ξέρω ἕνα ἄνθρωπον χριστιανὸν ὁ ὁποῖος πρὸ δεκατεσσάρων ἐτῶν – εἴτε μὲ τὸ σῶμα, δὲν ξέρω, εἴτε ἐκτὸς τοῦ σώματος, δὲν ξέρω, ὁ Θεὸς ξέρει – ἁρπάχθηκε ἕως τὸν τρίτον οὐρανόν. Καὶ ξέρω ὅτι ὁ ἄνθρωπος ἐκεῖνος – εἴτε μὲ τὸ σῶμα εἴτε ἐκτὸς τοῦ σώματος δὲν ξέρω, ὁ Θεὸς ξέρει – ἁρπάχθηκε εἰς τὸν παράδεισον καὶ ἄκουσε ἀνέκφραστα λόγια τὰ ὁποῖα δὲν ἐπιτρέπεται νὰ ἐπαναλάβῃ ἄνθρωπος. |
Ὑπὲρ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι εἰ μὴ ἐν ταῖς ἀσθενείαις μου. Ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων· ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δὲ μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με ἢ ἀκούει τι ἐξ ἐμοῦ. Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ ἵνα μὴ ὑπεραίρωμαι. | Δι’ ἕνα τέτοιον ἄνθρωπον θὰ καυχηθῶ, διὰ τὸν ἑαυτόν μου ὅμως δὲν θὰ καυχηθῶ, παρὰ μόνον διὰ τὰς ἀδυναμίας μου. Ἀλλὰ καὶ ἐὰν θελήσω νὰ καυχηθῶ, δὲν θὰ εἶμαι ἀνόητος, διότι θὰ πῶ τὴν ἀλήθειαν, τὸ ἀποφεύγω ὅμως μήπως μὲ θεωρήσῃ κανεὶς ἀνώτερον ἀπὸ ὅ,τι βλέπει σ’ ἐμὲ ἢ ἀκούει ἀπὸ ἐμέ. Καὶ διὰ νὰ μὴ ὑπερηφανεύομαι διὰ τὰς πολλὰς ἀποκαλύψεις, μοῦ ἐδόθηκε ἕνα ἀγκάθι εἰς τὸ σῶμα, ἕνας ἄγγελος τοῦ Σατανᾶ, διὰ νὰ μὲ ραπίζῃ, διὰ νὰ μὴ ὑπερηφανεύομαι. |
Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπ᾿ ἐμοῦ· καὶ εἴρηκέ μοι· ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ᾿ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ. | Τρεῖς φορὲς παρεκάλεσα τὸν Κύριον γι’ αὐτό, διὰ νὰ φύγῃ ἀπὸ ἐμέ. Καὶ μοῦ εἶπε, «Σοῦ εἶναι ἀρκετὴ ἡ χάρις μου, διότι ἡ δύναμίς μου φανερώνεται τελεία ἐκεῖ ποὺ ὑπάρχει ἀδυναμία». Πολὺ εὐχαρίστως λοιπὸν θὰ καυχηθῶ μᾶλλον διὰ τὰς ἀδυναμίας μου, διὰ νὰ κατασκηνώσῃ εἰς ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ. |
[Πηγή: Ιερά Μητρόπολις Κυθήρων και Αντικυθήρων] |