|
ΙΕ' ΛΟΥΚΑ (ΖΑΚΧΑΙΟΥ) - Πρός Ἐβραίους (ιγ΄ 7 - 16) |
|
|
ΠΡΩΤΟΤΥΠΟ |
ΝΕΟΕΛΛΗΝΙΚΗ |
| Ἀδελφοί, | Ἀδελφοί, |
| μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν. | νὰ θυμᾶσθε τοὺς προϊσταμένους σας, οἱ ὁποῖοι σᾶς ἐκήρυξαν τὸν λόγον τοῦ Θεοῦ. Ἐξετάζετε τὴν ἔκβασιν τῆς ζωῆς των καὶ μιμεῖσθε τὴν πίστιν των. |
| Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. | Ὁ Ἰησοῦς Χριστὸς εἶναι ὁ ἴδιος χθὲς καὶ σήμερον καὶ αἰωνίως. |
| Διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες. Ἔχομεν θυσιαστήριον ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες· ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ Ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς· διὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν, ἔξω τῆς πύλης ἔπαθε. | Μὴ παρασύρεσθε ἀπὸ διάφορες καὶ ξένες διδασκαλίες. Εἶναι καλὸν ἡ καρδιὰ νὰ ἐνισχύεται μὲ τὴν χάριν καὶ ὄχι μὲ φαγητά, ἀπὸ τὰ ὁποῖα δὲν εἶδαν καμμίαν ὠφέλειαν ὅσοι βασίζονται σ’ αὐτά. Ἔχομεν θυσιαστήριον, ἀπὸ τὸ ὁποῖον δὲν ἔχουν δικαίωμα νὰ φάγουν ὅσοι λατρεύουν εἰς τὴν σκηνήν. Τὰ σώματα τῶν ζώων, τῶν ὁποίων τὸ αἷμα φέρεται ὑπὸ τοῦ ἀρχιερέως εἰς τὰ Ἅγια τῶν Ἁγίων διὰ τὰς ἁμαρτίας, κατακαίονται ἔξω ἀπὸ τὸ στρατόπεδον. Διὰ τοῦτο καὶ ὁ Ἰησοῦς διὰ νὰ ἁγιάσῃ τὸν λαὸν μὲ τὸ δικό του αἷμα, ἔπαθε ἔξω ἀπὸ τὴν πύλην. |
| Τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες· οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν. Δι' αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ Θεῷ, τοῦτ' ἔστι καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ. Τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε· τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεός. | Ἂς ἐξερχώμεθα λοιπὸν πρὸς αὐτὸν ἔξω ἀπὸ τὸ στρατόπεδον, βαστάζοντες τὸν ὀνειδισμόν του. Διότι δὲν ἔχομεν ἐδῶ μόνιμη πόλιν ἀλλὰ λαχταροῦμεν τὴν μέλλουσαν. Δι’ αὐτοῦ λοιπόν, ἂς προσφέρωμεν πάντοτε εἰς τὸν Θεὸν θυσίαν ἀπὸ ὕμνους, τὸν καρπὸν δηλαδὴ τῶν χειλέων μας, τὰ ὁποῖα ὁμολογοῦν τὸ ὄνομά του. Μὴ λησμονᾶτε νὰ κάνετε τὸ καλὸν καὶ νὰ διαθέτετε ἀπὸ ὅ,τι ἔχετε καὶ εἰς ἄλλους, διότι σὲ τέτοιες θυσίες εὐχαριστεῖται ὁ Θεός. |
| [Πηγή: Ιερά Μητρόπολις Κυθήρων και Αντικυθήρων] | |