Πρός Ἐβραίους (θ΄ 1-7) |
|
ΠΡΩΤΟΤΥΠΟ |
ΝΕΟΕΛΛΗΝΙΚΗ |
Ἀδελφοί, | Ἀδελφοί, |
εἶχε μὲν οὖν καὶ ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας τό τε Ἅγιον κοσμικόν· σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια. | εἶχε καὶ ἡ πρώτη διαθήκη διατάξεις περὶ τῆς λατρείας καὶ γήϊνον ἁγιαστήριον. Κατασκευάσθηκε δηλαδὴ τὸ πρῶτον μέρος τῆς σκηνῆς, εἰς τὸ ὁποῖον ὑπῆρχε ἡ λυχνία καὶ ἡ τράπεζα καὶ οἱ ἄρτοι τῆς προθέσεως, τὸ ὁποῖον λέγεται Ἅγια. |
Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια Ἁγίων, χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ράβδος Ἀαρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης, ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος. | Ὕστερα ἀπὸ τὸ δεύτερον καταπέτασμα, ἦτο τὸ μέρος τῆς σκηνῆς, τὸ ὁποῖον ὠνομάζετο Ἅγια ἁγίων. Ἐκεῖ ὑπῆρχε ἕνα χρυσὸ θυμιατήριον καὶ ἡ κιβωτὸς τῆς διαθήκης, ἡ ὁποία ἦτο ἀπὸ ὅλα τὰ μέρη σκεπασμένη μὲ χρυσάφι καὶ μέσα σ’ αὐτὴν ἦτο ἡ χρυσὴ στάμνα, ποὺ περιεῖχε τὸ μάννα, ἡ ράβδος τοῦ Ἀαρών, ποὺ εἶχε βλαστήσει, καὶ αἱ πλάκες τῆς διαθήκης. Ἐπάνω δὲ ἀπὸ τὴν κιβωτὸν ἦσαν ἀπαστράπτοντα Χερουβείμ, τὰ ὁποῖα ἐπεσκίαζαν τὸ ἱλαστήριον. Γι’ αὐτὰ δὲν εἶναι δυνατὸν νὰ μιλήσωμεν τώρα λεπτομερῶς. |
Τούτων δὲ οὕτω κατεσκευασμένων εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων. | Ὑπὸ αὐτὴν τὴν διάταξιν, εἰς τὸ πρῶτον μέρος τῆς σκηνῆς εἰσέρχονται πάντοτε οἱ ἱερεῖς, ὅταν ἐκτελοῦν τὰ καθήκοντα τῆς ὑπηρεσίας των, ἀλλ’ εἰς τὸ δεύτερον μέρος μπαίνει μόνον ὁ ἀρχιερεύς, μιὰ φορὰ τὸν χρόνο, καὶ ὄχι χωρὶς αἷμα, τὸ ὁποῖον προσφέρει διὰ τὸν ἑαυτόν του καὶ διὰ τὰς ἐξ ἀγνοίας ἁμαρτίας τοῦ λαοῦ. |
[Πηγή: Ιερά Μητρόπολις Κυθήρων και Αντικυθήρων] |