Κατά Λουκᾶν (ιη΄ 18 - 27) |
|
ΠΡΩΤΟΤΥΠΟ |
ΝΕΟΕΛΛΗΝΙΚΗ |
Τῷ καιρῷ εκείνω, ἄρχων τις προσῆλθε τῷ Ἰησοῦ λέγων· διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; |
Τον καιρό εκείνο, κάποιος ἄρχων προσῆλθε στον Ἰησοῦ και τὸν ἐρώτησε, «Διδάσκαλε ἀγαθέ, τί νὰ κάνω διὰ νὰ κληρονομήσω ζωήν αἰώνιον;» |
Εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. Τὰς ἐντολὰς οἶδας· μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου. Ὁ δὲ εἶπε· ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. |
Ὁ Ἰησοῦς τοῦ εἶπε, «Γιατὶ μὲ ὀνομάζεις ἀγαθόν; Κανεὶς δὲν εἶναι ἀγαθὸς παρὰ μόνος ὁ Θεός. Τὰς ξέρεις τὰς ἐντολάς, Νὰ μὴ μοιχεύσῃς, νὰ μὴ φονεύσῃς, νὰ μὴ κλέψῃς, νὰ μὴ ψευδομαρτυρήσῃς, νὰ τιμᾷς τὸν πατέρα σου καὶ τὴν μητέρα σου». Ἐκεῖνος δὲ εἶπε, «ὅλα αὐτὰ τὰ ἐφύλαξα ἀπὸ τὴν νεανικήν μου ἡλικίαν». |
Ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς εἶπεν αὐτῷ· ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι. Ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγένετο· ἦν γὰρ πλούσιος σφόδρα. |
Ὅταν ἄκουσε αὐτὸ ὁ Ἰησοῦς εἶπε, «Ἕνα ἀκόμη σοῦ λείπει· πώλησε ὅλα ὅσα ἔχεις καὶ μοίρασέ τα εἰς τοὺς πτωχοὺς καὶ θὰ ἔχῃς θησαυρὸν εἰς τοὺς οὐρανοὺς καὶ ἔλα, ἀκολούθησέ με». Ἀλλ’ αὐτὸς ὅταν τὸ ἄκουσε, ἐλυπήθηκε πολύ, διότι ἤτανε πολὺ πλούσιος. |
Ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς περίλυπον γενόμενον εἶπε· πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ! Εὐκοπώτερον γάρ ἐστι κάμηλον διὰ τρυμαλιᾶς ραφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. |
Ὅταν ὁ Ἰησοῦς τὸν εἶδε τόσον λυπημένον, εἶπε, «Πόσον δύσκολον εἶναι δι’ ἐκείνους ποὺ ἔχουν τὰ χρήματα νὰ μποῦν εἰς τῆν βασιλείαν τοῦ Θεοῦ. Εἶναι εὐκολώτερον νὰ περάσῃ μιὰ καμήλα ἀπὸ τὴν τρύπα μιᾶς βελόνας παρὰ νὰ μπῇ ἕνας πλούσιος εἰς τὴν βασιλείαν τοῦ Θεοῦ». |
Εἶπον δὲ οἱ ἀκούσαντες· καὶ τίς δύναται σωθῆναι; Ὁ δὲ εἶπε· τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ Θεῷ ἐστιν. |
Ἐκεῖνοι ποὺ τὸ ἄκουσαν εἶπαν, Τότε ποιός μπορεῖ νὰ σωθῇ;». Αὐτὸς δὲ εἶπε, «Εκεῖνα ποὺ εἶναι ἀδύνατα εἰς τοὺς ἀνθρώπους εἶναι δυνατὰ εἰς τὸν Θεόν». |