Κατά Λουκᾶν (ιστ΄ 19-31) |
|
ΠΡΩΤΟΤΥΠΟ |
ΝΕΟΕΛΛΗΝΙΚΗ |
Εἶπεν ὁ Κύριος· | Εἶπεν ὁ Κύριος: |
«Ἄνθρωπός τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθ᾿ ἡμέραν λαμπρῶς. | «Κάποτε ὑπῆρχε ἕνας πλούσιος ἄνθρωπος, ὁ ὁποῖος ἐφοροῦσε πορφύραν καὶ λινὰ ἐνδύματα καὶ ἐζοῦσε καθημερινῶς μέσα σὲ μεγάλην πολυτέλειαν. |
Πτωχὸς δέ τις ἦν ὀνόματι Λάζαρος, ὃς ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ ἡλκωμένος καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἀπέλειχον τὰ ἕλκη αὐτοῦ. | Κοντὰ εἰς τὴν πύλην του ἦτο ξαπλωμένος ἕνας πτωχός, ὀνομαζόμενος Λάζαρος, γεμᾶτος πληγές, ὁ ὁποῖος ἐπιθυμοῦσε νὰ χορτάσῃ ἀπὸ τὰ ψίχουλα ποὺ ἔπεφταν ἀπὸ τὸ τραπέζι τοῦ πλουσίου. Ἀκόμη καὶ τὰ σκυλιὰ συνήθιζαν νὰ ἔρχωνται καὶ νὰ γλύφουν τὶς πληγές του. |
Ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ· ἀπέθανε δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη. Καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ τὸν Ἀβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ. | Συνέβη δὲ νὰ πεθάνῃ ὁ πτωχὸς καὶ νὰ φερθῇ ἀπὸ τοὺς ἀγγέλους εἰς τὸν κόλπον τοῦ Ἀβραάμ. Ἀπέθανε δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη. Εἰς τὸν ᾅδην, ὅπου ἐβασανίζετο, ἐσήκωσε τὰ μάτια του καὶ βλέπει ἀπὸ μακρυὰ τὸν Ἀβραὰμ καὶ τὸν Λάζαρον εἰς τοὺς κόλπους του. |
Καὶ αὐτὸς φωνήσας εἶπε· πάτερ Ἀβραάμ, ἐλέησόν με καὶ πέμψον
Λάζαρον ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ
τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. Εἶπε δὲ Ἀβραάμ· τέκνον, μνήσθητι ὅτι ἀπέλαβες σὺ τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὧδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι· καὶ ἐπὶ πᾶσι τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν. |
Καὶ ἐφώναξε καὶ εἶπε, «Πάτερ Ἀβραάμ, ἐλέησέ με καὶ στεῖλε τὸν
Λάζαρον νὰ βουτήξῃ τὴν ἄκρη τοῦ δακτύλου του σὲ νερὸ καὶ νὰ
δροσίσῃ τὴν γλῶσσα μου, διότι ὑποφέρω μέσα σ’ αὐτὴν τὴν φλόγα». Ἀλλ’ ὁ Ἀβραὰμ εἶπε, «Παιδί μου, θυμίσου ὅτι σὺ ἀπήλαυσες τὰ ἀγαθά σου σου εἰς τὴν ζωήν σου ὅπως καὶ ὁ Λάζαρος τὰ κακά·τώρα ὅμως αὐτὸς ἐδῶ παρηγορεῖται καὶ σὺ ὑποφέρεις. Καὶ ἐκτὸς ἀπὸ ὅλα αὐτὰ ὑπάρχει μεταξύ μας ἕνα μεγάλο χάσμα ὥστε νὰ μὴ μποροῦν νὰ περάσουν ἐκεῖνοι ποὺ θέλουν νὰ διαβοῦν ἀπ’ ἐδῶ σ’ ἐσᾶς, οὔτε καὶ ἀπ’ ἐκεῖ σ’ ἐμᾶς». |
Εἶπε δέ· ἐρωτῶ οὖν σε, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου· ἔχω γὰρ πέντε ἀδελφούς· ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου. | Τότε εἶπε, «Σὲ παρακαλῶ λοιπόν, πατέρα, νὰ τὸν στείλῃς στὸ σπίτι τοῦ πατέρα μου, διότι ἔχω πέντε ἀδελφούς, νὰ τοὺς νουθετήσῃ, διὰ νὰ μὴ ἔλθουν καὶ αὐτοὶ εἰς τὸν τόπον αὐτὸν τῶν βασάνων». |
Λέγει αὐτῷ Ἀβραάμ· ἔχουσι Μωυσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν. Ὁ δὲ εἶπεν· οὐχί, πάτερ Ἀβραάμ, ἀλλ᾿ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτούς, μετανοήσουσιν. Εἶπε δὲ αὐτῷ· εἰ Μωυσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδὲ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσονται.» | Λέγει εἰς αὐτὸν ὁ Ἀβραάμ, «Ἔχουν τὸν Μωϋσῆν καὶ τοὺς προφήτας, ἂς τοὺς ἀκούσουν». Αὐτὸς δὲ εἶπε, «Ὄχι, πάτερ Ἀβραάμ, ἀλλ’ ἐὰν κάποιος ἀπὸ τοὺς νεκροὺς πάη σ’ αὐτούς, θὰ μετανοήσουν». Ἀλλ’ ὁ Ἀβραὰμ τοῦ ἀπήντησε, «Ἐὰν δὲν ἀκοῦνε τὸν Μωϋσῆν καὶ τοὺς προφήτας, δὲν θὰ πεισθοῦν καὶ ἂν ἀκόμη ἀναστηθῇ κάποιος ἀπὸ τοὺς νεκρούς». |