| 
				 Κατά Λουκᾶν (ζ΄ 11-16)  | 
			|
| 
				 ΠΡΩΤΟΤΥΠΟ  | 
				
				 ΝΕΟΕΛΛΗΝΙΚΗ  | 
			
| Τῷ καιρῷ ἐκείνῳ, ἐπορεύετο ὁ Ἰησοῦς εἰς πόλιν καλουμένην Ναΐν· καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἱκανοὶ καὶ ὄχλος πολύς. | Τον καιρό ἐκείνο, ἐπῆγε ὁ Ἰησοῦς εἰς μίαν πόλιν ποὺ ὠνομάζετο Ναΐν καὶ μαζί του ἐπήγαιναν καὶ οἱ μαθηταί του καὶ πολὺς κόσμος. | 
| Ὡς δὲ ἤγγισε τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς υἱὸς μονογενὴς τῇ μητρὶ αὐτοῦ, καὶ αὕτη ἦν χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ἦν σὺν αὐτῇ. Καὶ ἰδὼν αὐτὴν ὁ Κύριος ἐσπλαγχνίσθη ἐπ᾿ αὐτῇ καὶ εἶπεν αὐτῇ· μὴ κλαῖε· καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπε· νεανίσκε, σοὶ λέγω, ἐγέρθητι. Καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ. | Μόλις ἐπλησίασε εἰς τὴν πύλην τῆς πόλεως, μετεφέρετο ἔξω ἕνας νεκρὸς ποὺ ἦτο τὸ μόνο παιδὶ τῆς μητέρας του ἡ ὁποία ἦτο χήρα. Καὶ πολλοὶ ἀπὸ τὴν πόλιν ἦσαν μαζί της. Μόλις ὁ Κύριος τὴν εἶδε, τὴν σπλαγχνίσθηκε καὶ τῆς εἶπε, «Μὴν κλαῖς». Ἐπροχώρησε καὶ ἔπιασε τὸ φέρετρον, ἐκεῖνοι δὲ ποὺ τὸ ἐβάσταζαν ἐστάθηκαν. Αὐτὸς εἶπε, «Νεανίσκε, σοῦ λέγω, σήκω». Καὶ ἀνεκάθησε ὁ νεκρὸς καὶ ἄρχισε νὰ μιλῇ καὶ ὁ Ἰησοῦς τὸν παρέδωκε εἰς τὴν μητέρα του. | 
| Ἔλαβε δὲ φόβος πάντας καὶ ἐδόξαζον τὸν Θεόν, λέγοντες ὅτι προφήτης μέγας ἐγήγερται ἐν ἡμῖν, καὶ ὅτι ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ. | Ὅλους δε τοὺς κατέλαβε φόβος καὶ ἐδόξαζαν τὸν Θεὸν καὶ ἔλεγαν, «Προφήτης μεγάλος ἐμφανίσθηκε μεταξύ μας» καὶ «Ὁ Θεὸς ἐπισκέφθηκε τὸν λαόν του». |