Κατά Ματθαῖον (θ΄ 1 - 8) |
|
ΠΡΩΤΟΤΥΠΟ |
ΝΕΟΕΛΛΗΝΙΚΗ |
Τῷ καιρῷ εκείνω, ἐμβὰς ὁ ᾿Ιησοῦς εἰς πλοῖον διεπέρασε καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν. Καὶ ἰδοὺ προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον· καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπε τῷ παραλυτικῷ· θάρσει, τέκνον· ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. | Τον καιρό εκείνο, ἐμπῆκε ὁ ᾿Ιησοῦς εἰς πλοιάριο, ἐπέρασε ἀπέναντι καὶ ἦλθεν εἰς τὴν δική του πόλιν. Καὶ τοῦ ἔφεραν ἕνα παράλυτον, ξαπλωμένον σὲ ἕνα κρεββάτι. Ὁ Ἰησοῦς ὅταν εἶδε τὴν πίστιν τους, εἶπε εἰς τὸν παράλυτον, «Ἔχε θάρρος, παιδί μου. Σοῦ συγχωροῦνται αἱ ἁμαρτίαι σου». |
Καὶ ἰδού τινες τῶν γραμματέων εἶπον ἐν ἑαυτοῖς· οὗτος βλασφημεῖ. | Καὶ μερικοὶ ἀπὸ τοὺς γραμματεῖς εἶπαν μέσα τους, «Αὐτὸς βλασφημεῖ». |
Καὶ ἰδὼν ὁ ᾿Ιησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν· ἵνα τί ὑμεῖς ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; Τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν, ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, ἔγειρε καὶ περιπάτει; Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας τότε λέγει τῷ παραλυτικῷ· ἐγερθεὶς ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. | Ὁ δὲ Ἰησοῦς, ἐπειδὴ κατάλαβε τὰς σκέψεις των, , εἶπε, «Γιατὶ σκέπτεσθε πονηρὰ μέσα στὴν καρδιά σας; Τὶ εἶναι εὐκολώτερον νὰ πῶ «Σοῦ συγχωροῦνται αἱ ἁμαρτίαι σου» ἢ νὰ πῶ «Σήκω ἐπάνω καὶ περπάτει»; Ἀλλὰ διὰ νὰ μάθετε ὅτι ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔχει ἐξουσίαν νὰ συγχωρῇ ἁμαρτίας ἐπὶ τῆς γῆς», - τότε λέγει εἰς τὸν παράλυτον, «Σήκω ἐπάνω, πάρε τὸ κρεββάτι σου καὶ πήγαινε εἰς τὸ σπίτι σου». |
Καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. ἰδόντες δὲ οἱ ὄχλοι ἐθαύμασαν καὶ ἐδόξασαν τὸν Θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις. | Αὐτὸς ἐσηκώθηκε καὶ ἐπῆγε εἰς τὸ σπίτι του. Ὅταν εἶδεν αὐτὸ ὁ κόσμος, ἐθαύμασε καὶ δόξασε τὸν Θεόν, ποὺ ἔδωσε τέτοιαν ἐξουσίαν εἰς τοὺς ἀνθρώπους. |