Κατά Ματθαῖον (θ΄ 27 - 35) |
|
ΠΡΩΤΟΤΥΠΟ |
ΝΕΟΕΛΛΗΝΙΚΗ |
Τῷ καιρῷ εκείνῳ, ἠκολούθησαν τῷ Ἰησοῦ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες· ἐλέησον ἡμᾶς, υἱὲ Δαυῒδ. Ἐλθόντι δὲ εἰς τὴν οἰκίαν προσῆλθον αὐτῷ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; λέγουσιν αὐτῷ· ναί, Κύριε. Τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων· κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. Καὶ ἀνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί· καὶ ἐνεβριμήσατο αὐτοῖς ὁ ᾿Ιησοῦς λέγων· |
Τον καιρό εκείνο, ἀκολούθησαν τὸν Ἰησοῦ δύο τυφλοί, οἱ ὁποίοι ἐφώναζαν, «Ἐλέησέ μας, υἱὲ τοῦ Δαυΐδ». Μόλις δὲ ἔφθασε εἰς τὸ σπίτι, ἦλθαν εἰς αὐτὸν οἱ τυφλοὶ καὶ ὁ Ἰησοῦς τοὺς λέγει, «Πιστεύετε ὅτι ἔχω τὴν δύναμιν νὰ κάνω αὐτὸ ποὺ ζητᾶτε;». Λέγουν εἰς αὐτόν, «Ναὶ, Κύριε». Τότε ἄγγιξε τὰ μάτια τους καὶ εἶπε, «Σύμφωνα μὲ τὴν πίστιν σας, ἂς γίνῃ». Καὶ ἄνοιξαν τὰ μάτια τους καὶ εἰς αὐστηρὸ τόνο τοὺς παρήγγειλε ὁ Ἰησοῦς καὶ τοὺς εἶπε, |
ὁρᾶτε μηδεὶς γινωσκέτω. Οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ. |
«Προσέχετε, κανεὶς νὰ μὴν τὸ μάθῃ». Αὐτοὶ ὅμως μόλις ἐβγῆκαν, τὸν διεφήμισαν εἰς ὅλην τὴν χώραν ἐκείνην. |
Αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφὸν δαιμονιζόμενον· καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός, καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες ὅτι οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ. |
Ἐνῷ αὐτοὶ ἔβγαιναν, τοῦ ἔφεραν ἕναν ἄνθρωπον βωβὸν δαιμονισμένον. Καὶ ἀφοῦ τὸ δαιμόνιον ἐκδιώχθηκε, ἐμίλησε ὁ βωβός. Καὶ ἐθαύμασε ὁ κόσμος καὶ ἔλεγεν, "Τέτοια πράγματα δὲν ἐφάνησαν ποτὲ εἰς τὸ Ἰσραήλ". |
Οἱ δὲ Φαρισαῖοι ἔλεγον· ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. |
Οἱ δὲ Φαρισαῖοι ἔλεγαν, «Εἰς τὸ ὄνομα τοῦ ἄρχοντος τῶν δαιμονίων βγάζει δαιμόνια». |
Καὶ περιῆγεν ὁ Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ. |
Καὶ περιήρχετο ὁ Ἰησοῦς ὅλας τὰς πόλεις καὶ τὰ χωριὰ καὶ ἐδίδασκε εἰς τὰς συναγωγάς των καὶ ἐκήρυττε τὸ εὐαγγέλιον περὶ τῆς βασιλείας καὶ ἐθεράπευε κάθε ἀσθένειαν καὶ κάθε ἀδυναμίαν τοῦ λαοῦ. |