Ἠρώτησας δὲ καὶ περὶ τῶν Μνημοσύνων, πῶς καὶ διατὶ γίνονται.
Ἐπειδή, ὡς εἰπομεν, μετὰ τρεῖς ἡμέρας ἀνέρχεται ἡ ψυχῇ εἰς
προσκύνησιν, διὰ τοῦτο ποιοῦμεν ὥσπερ κανίσκιον (πανέριον) καὶ
πέμπομεν εἰς τὸν Κύριον ὑπὲρ τῆς ψυχῆς ἐκείνης. Καὶ μετὰ τὴν
προσκύνησιν, ἐπιστρέφουν αὐτὴν οἱ Ἄγγελοι εἰς τὴν γῆν καὶ δείχνουν
εἰς αὐτὴν τοὺς τόπους ὅπου ἐπεριπάτησεν εἰς τὴν ζωήν της καὶ
ἐνθυμίζουν αὐτῇ τὰς πράξεις της, τὰς πονηρὰς καὶ ἀγαθὰς, λέγοντες·
"ὧδε ἔκλεψας, ἐκεῖ ἐπόρνευσας, ὧδε κατελάλησας, , ὧδε ἐφόνευσας,
ἐκεῖ ἐπιόρκησας, ὧδε ἠδίκησας, ἐκεῖ ἐβλασφήμησας, ὧδε ἐτόκισας, ἐκεῖ
ἐμέθυσας, ὧδε ἐμοίχευσας, ἐκεῖ ἐσκανδάλισας".
Εἴτα πάλιν τὰ ἀγαθά•
"ὧδε ἠλέησας, ἐκεῖ ἐνήστευσας, ὧδε μετενόησας, ἐκεῖ ἔκαμες
Λειτουργίας, ὧδε παράκλησιν, ἐκεῖ ἀγρυπνίας, ὧδε προσευχήν, ἐκεῖ
γονυκλισίας, ὧδε στάσιμον, ἐκεῖ ἐγκράτειαν".
Καὶ οὕτω ποιοῦμε ὡς τῆς ἐνάτης ἡμέρας. Καὶ τῇ ἐνάτη ἡμέρα ἀνέρχονται
πάλιν εἰς προσκύνησιν, ὥσπερ καὶ τῇ τρίτη, τὰ δὲ Μνημόσυνα πέμπουν
ὡς ἐνθύμησιν ὑπὲρ τῆς ψυχῆς εἰς τὸν Κύριον, ὅπως ὑποδεχθῆ αὐτὴν ἐν
ἰλέῳ ὄμματι, ἐπειδὴ πολλὰ ὠφελοῦν τὴν ψυχὴν αἱ ἐλεημοσύναι καὶ αἱ
Λειτουργίαι καὶ τὰ Μνημόσυνα, διότι δύνανται ταῦτα νὰ ἐκβάλουν ψυχὴν
ἀπὸ τὴν κόλασιν. Μετὰ δὲ τὴν δευτέραν προσκύνησιν πάλιν
φέρουν αὐτὴν οἱ Ἄγγελοι εἰς τὸν κόσμον καὶ δείχνουν εἰς αὐτὴν τὸν
Παράδεισον, τὸν ἐλεῶνα, τὸν κόλπον τοῦ Ἀβραάμ, τὰς σκηνὰς καὶ τὰς
ἀναπαύσεις τῶν Δικαίων. Καὶ ὅταν ἴδῃ τὴν χαρὰν ἐκεῖνην τὴν ἄφατον,
παραμυθεῖται καὶ χαίρει καὶ δέεται τῶν Ἀγγέλων ἵνα κατασκηνώσουν αὐτὴν
ἐκεῖ μετὰ τῶν Δικαίων. Ἔπειτα δὲ δεικνύουν εἰς αὐτὴν καὶ τὰς κολάσεις
τῶν ἁμαρτωλῶν, λέγοντες· οὗτός ἐστιν ὁ πύρινος ποταμός, οὗτός ἐστιν ὁ
σκώληξ ὁ ἀκοίμητος, τοῦτό ἐστι τὸ σκότος τὸ ἐξώτερον καὶ τοῦτο τὸ
ἐσώτερον οὗτος ἐστιν ὁ βρυγμὸς τῶν ὀδόντων καὶ καθεξῆς ὅλας τὰς κολάσεις
τῶν ἁμαρτωλῶν. Δὲν εἶναι, Πάτερ Ἅγιε, ἄλλη δριμυτάτη κόλασις καὶ
φοβερωτέρα, ὡς τοῦ πόρνου καὶ τοῦ κλέπτου, ἐξαιρέτως τοῦ πόρνου μοναχοῦ
καὶ τῆς μοναχῆς, τοῦ πόρνου ἱερέως καὶ τῆς πρεσβυτέρας. Μετὰ δὲ τὴν
θεώρησιν πάντων τούτων ἀναφέρεται πάλιν εἰς προσκύνησιν τῇ τεσσαρακοστῇ
ἡμέρα καὶ διὰ τοῦτο γίνονται Μνημόσυνα τῶν τεθνεώτων, ἐπειδὴ μέλλει ἡ
ψυχῇ τῇ τεσσαρακοστῇ ἡμέρα νὰ λάβῃ ἀπόφασιν καὶ νὰ ἀπέλθῃ ὅπου βούλεται
ὁ φιλάνθρωπος Θεὸς κατὰ τὰ ἔργα καὶ τὴν πρᾶξιν ὅπου ἔκαμεν εἰς τὸν
κόσμον τοῦτον καὶ ἀποκαθίσταται ἡ ψυχῇ ἔνθα βούλεται ὁ Κύριος ἕως τὴν
ἠμέραν τῆς Ἀναστάσεως, ἵνα ἀναστηθῇ καὶ τὸ σῶμα καὶ ἀπολαύσῃ κατὰ τὰ
ἔργα του».
Τότε στενάξας ὁ Γέρων καὶ δακρύσας πικρῶς, εἶπεν:
«οὐαὶ τῇ ἡμέρα ἐκείνη ἐν ᾗ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος»
Λέγει δὲ αὐτῷ ὁ Ἄγγελος·
«ναί, τίμιε Πάτερ, ὁ ἁμαρτωλὸς λέγω, ὁ δὲ δίκαιος, μακαρία ἡ
ἡμέρα καὶ ἡ ὥρα ἐν ᾗ ἐγεννήθη».
Τότε λέγει ὁ Ὅσιος·
«παρακαλῶ σε, εἰπέ μοι καὶ τοῦτο· ἔχει τίποτε ἄνεσιν ὁ ἁμαρτωλὸς ἢ
τέλος ἡ κόλασις αὐτοῦ;».
Ὁ Ἄγγελος εἶπεν:
«οὐχί, Πάτερ Ἅγιε, οὔτε ἡ βασιλεία τῶν Δικαίων ἔχει τέλος,
οὔτε ἡ κόλασις τῶν ἁμαρτωλῶν. Ἐὰν ἔπαιρνε κανεὶς κάθε χίλιους χρόνους
ἕναν κόκκον ἄμμου ἀπὸ τὴν θάλασσαν καὶ μετέθετεν αὐτόν, ἤθελεν ἔχει
ἐλπίδα ἵνα τελειωθῇ, ἡ δὲ κόλασις τῶν ἁμαρτωλῶν δὲν ἔχει τέλος».
Λέγει πάλιν ὁ Ὅσιος·
«παρακαλῶ εἰπέ μοι καὶ τοῦτο· ποιοὶ Ἅγιοι εἶναι εὐσπλαγχνικώτεροι εἰς
τὸν ἄνθρωπον, διὰ νὰ παρακαλῇ αὐτοὺς ὁ ἐλεεινὸς ἄνθρωπος, ἵνα
πρεσβεύωσιν ὑπὲρ αὐτοῦ;»
Καὶ ἀποκριθεῖς ὁ Ἄγγελος λέγει:
«Ὅλοι οἱ Ἅγιοι εὔσπλαγχνοι εἶναι εἰς σᾶς τοὺς ἀνθρώπους καὶ
εὐγνώμονες, ἀλλὰ σεῖς οἱ ἄνθρωποι ὡς ἀγνώμονες καὶ ἀχάριστοι κάμνετε
αὐτοὺς καὶ ὀργίζονται εἰς ἐσᾶς. Διότι οἱ ἅγιοι Ἄγγελοι ἔχουν πολλὴν
εὐσπλαγχνίαν εἰς τὸν ἄνθρωπον, ἐπειδὴ ἕνεκεν τῆς σωτηρίας τῶν ἀνθρώπων
εἶδον καὶ αὐτοὶ τὰ παράδοξα τοῦ Θεοῦ. Πλὴν τούτων ἡ Κυρία Θεοτόκος, ἡ
Δέσποινα ἡμῶν, εὐσπλαγχνίζεται περισσότερον τὸ γένος τῶν ἀνθρώπων.
Ἔπρεπε, Πάτερ Ἅγιε, ὁ ἄνθρωπος ἀνεξάλειπτον νὰ ἔχῃ τὸ ὄνομα Αὐτῆς ἀπὸ τὸ
στόμα του. Ἀλλ’ ὁ Διάβολος ἠπάτησεν αὐτὸν καὶ ἔγινεν ἀχάριστος.
Διότι διὰ τῶν πρεσβειῶν Αὐτῆς καὶ ἱκεσιῶν ἵσταται ὁ κόσμος μέχρι τὴν
σήμερον. Ἐπειδὴ καταφρόνησαν οἱ ἄνθρωποι τὸν Θεὸν καὶ τοὺς Ἁγίους,
κατεφρόνησε καὶ ὁ Θεὸς αὐτούς, καθὼς καὶ οἱ Ἅγιοι».
Λέγει πάλιν ὁ Ὅσιος·
«εἰπέ ἡμῖν, ἅγιε Ἄγγελε, ποῖον ἁμάρτημα ὑπάρχει μεγαλύτερον τῶν
ἁμαρτιῶν;»
Καὶ ὁ Ἄγγελος εἶπε·
«πᾶσα ἁμαρτία, Τίμιε Πάτερ, χωρίζει τὸν ἄνθρωπον ἀπὸ τὸν
Θεόν. Ἡ δὲ μνησικακία καὶ ἡ βλασφημία κυριεύουν ὄλας τὰς ἁμαρτίας, διότι
αὗται καὶ μόναι εἶναι ἰκαναὶ νὰ καταβιβάσουν τὸν ἄνθρωπον εἰς πέταυρον
τοῦ Ἅδου καὶ εἰς τὰ καταχθόνια τῆς γῆς καὶ τῆς θαλάσσης».
Καὶ πάλιν ὁ Γέρων εἶπε·
«ποῖον ἁμάρτημα πλέον τῶν ἄλλων μισεῖ ὁ Θεός;»
Καὶ ὁ Ἄγγελος ἀπεκρίθη·
«τὴν κενοδοξίαν· αὕτη μόνη ὅλον τὸν κόσμον ἀπώλεσεν, ὅτι δι’ αὐτῆς ὁ
πρωτόπλαστος τῶν δαιμόνων ἀπώλετο, δι’ αὐτῆς ὁ Φαρισαῖος τοὺς κόπους
ἀπώλεσε· διότι ὁ ἄνθρωπος ἐὰν πέση εἰς τοιοῦτον πάθος, δύσκολον εἶναι νὰ
ἐγερθῆ».
Ὁ Γέρων πάλιν ἡρώτησε·
«ποῖοι ἄνθρωποι κολάζονται περισσότερον τῶν ἄλλων;»
Καὶ ὁ Ἄγγελος·
«εἶπον σοι, ὁ πόρνος καὶ ὁ βλάσφημος· πλὴν λέγω σοι καὶ
τοῦτο, ὅτι ὑποκάτω πασῶν τῶν κολάσεων ὑπάρχει κόλασις δεινὴ καὶ πονηρά,
ἥτις καλεῖται ἀφάνεια· ἐκεῖ κολάζονται οἱ πόρνοι ἱερεῖς καὶ μοναχοὶ καὶ
μοναχαὶ αἱ πορνεύουσαι. Διότι, Τίμιε Πάτερ, μέλλει ἀνακαινισθῆναι τὸ
πεσὸν τάγμα, ἀπὸ τοὺς καλοὺς ἱερεῖς καὶ μοναχοὺς καὶ εἰς μεγάλην τιμὴν
θὰ ὑπάγουν. Λοιπὸν οἱ πονηροὶ καὶ κακοὶ μοναχοὶ εἰς μεγάλην ἀτιμίαν καὶ
κόλασιν ἀποπέμπονται, ἀλλὰ καὶ οἱ ἱερεῖς οἱ παραβαίνοντες τοὺς θείους
νόμους καὶ οἱ δεχόμενοι παρανόμους ἕνεκεν δώρων, καὶ οἱ καταφρονοῦντες
τὴν Ἀκολουθίαν αὐτῶν ἔνεκεν κοσμικῶν καὶ βιοτικῶν φροντίδων. Διότι διὰ
μίαν Ἀκολουθίαν ἔχουν νὰ δώσουν λόγον τῷ Θεῷ. Περὶ δὲ τῶν μεθυόντων
ἱερέων, τὶ εἴπω καὶ τὶ λαλήσω; οὐαὶ αὐτοῖς, ὅτι δεινὴ κόλασις ἀναμένει
αὐτούς»!
Τότε λέγει ὁ Γέρων:
«εἰπέ μοι καὶ τοῦτο, παρακαλῶ· οἱ καταφρονοῦντες τὴν ἁγίαν Κυριακὴν
ἔχουσι τίποτε κόλασιν ἐκεῖ;»
Καὶ ἀποκριθεῖς ὁ Ἄγγελος εἶπεν:
«οὐαὶ αὐτοῖς, Τίμιε Πάτερ! ὅτι φρικτὴ κόλασις δέχεται αὐτούς. Εἰ τὶς
καταφρονεῖ τὴν ἁγίαν Κυριακήν, τὸν Κύριον καταφρονεῖ, καὶ ὁ Κύριος
αὐτόν, διότι ἡ Κυριακὴ ἡμέρα ὁ Κύριος ἐστίν. Καὶ ὅστις τιμᾷ αὐτήν, τὸν
Κύριον τιμᾷ· ὅστις πάλιν τιμᾷ τὴν μνήμην τῶν Ἁγίων καὶ ὅστις ἑορτάζει
τὰς μνήμας αὐτῶν, βοηθοῦν καὶ οἱ Ἅγιοι αὐτόν, διότι μεγάλην παρρησίαν
ἔχουν πρὸς τὸν Θεὸν καὶ ὅ,τι ζητήσουν παρέχει αὐτοῖς ὁ Κύριος.
Ἀλλ’ οἱ ἄνθρωποι ἀπεδίωξαν τὸν φόβον τοῦ Θεοῦ ἀπ’ αὐτῶν καὶ οὔτε τὸν
Θεὸν ἔχουν φίλον οὔτε τινὰ τῶν Ἁγίων, ἀλλ’ ἐκολλήθησαν μόνον εἰς τὰ
βιοτικὰ καὶ κοσμικὰ πράγματα τὰ καταστρεφόμενα καὶ φθειρόμενα καὶ οὐαὶ
αὐτοῖς! Γίνωσκε, Τίμιε Πάτερ, ὅτι πᾶς ἄνθρωπος, ἢ ἱερεύς, ἢ μοναχός, ἢ
κοσμικός, ἢ ἰδιώτης, ὁ ὁποῖος δὲν τιμᾷ τὴν ἁγία Κυριακήν, Θεοῦ πρόσωπον
δὲν βλέπει, οὐδὲ ἔχει ἐλπίδα σωτηρίας. Τώρα λοιπόν, Τίμιε Πάτερ, εἴ τὶ
θέλεις ἐρώτησον μέ, διότι εἶναι ὤρα νὰ πορευθῶ εἰς τὸν οὐρανὸν νὰ ποιήσω
τὴν παράστασιν τοῦ Κυρίου μου».
Τότε στενάξας ὁ Γέρων καὶ δακρύσας
πικρῶς, εἶπεν:
«οὐαὶ ἡμῖν! ἰδοὺ ὁ καλὸς δοῦλος τοῦ Κυρίου μου Ἄγγελος, ὤν
ἄϋλος καὶ ἀναμάρτητος βιάζεται ἵνα δώση τὴν δοξολογίαν τῷ Κυρίῳ, ἡμεῖς
δὲ οἱ ὑλικοὶ καὶ ἁμαρτωλοὶ δὲν φροντίζομεν, ἀλλὰ περιφρονοῦμεν τὴν
σωτηρίαν μας».
Λέγει πάλιν ὁ Ὅσιος πρὸς τὸν Ἄγγελον:
«παρακαλῶ σὲ εἰπέ
μοι, ποῖα προσευχὴ ἁρμόζει τῷ μοναχῷ;»
Ὁ δὲ εἶπεν αὐτῷ:
«ἐὰν εἶναι
γραμματισμένος ὁ ἄνθρωπος, τοῦ Δαβὶδ οἱ Ψαλμοί, εἰ, δὲ καὶ δὲν εἶναι, τὸ
Κύριε Ἰησοῦ Χριστέ, Υἱὲ τοῦ θεοῦ, ἐλέησόν με τὸν ἁμαρτωλόν. Αὐτὴ ἡ εὐχὴ
εἶναι ἡ δυνατωτέρα, πολλοὶ δὲ γραμματισμένοι ἄφησαν ὅλα καὶ ἐκράτησαν
αὐτὴν τὴν εὐχὴν καὶ ἐσώθησαν, διότι αὐτὴν δύνανται νὰ κρατήσουν εἰς τὴν
μνήμην των καὶ ἄνδρες καὶ γυναῖκες καὶ παιδὶα καὶ μοναχοὶ καὶ μοναχαὶ
καὶ εὐμαθεῖς καὶ ἀμαθεῖς καὶ ἔμπειροι καὶ ἄπειροι καὶ ὁ θέλων νὰ σωθῇ
ταύτην ἂς κρατῇ ἐν ἡμέρᾳ καὶ νυκτί, ἐν κελλίῳ καὶ ἐν ὁδῷ, ἱστάμενος τὲ
καὶ καθήμενος, κἄν περιπατῇ, κἄν ἐργάζεται, αὐτὴν τὴν εὐχὴν ἂς κρατῇ
μετὰ πόθου καὶ προθυμίας, διότι αὐτὴ εἶναι ἱκανὴ εἰς κάθε ἕνα ὀποῦ θέλει
νὰ σωθῇ».
Καὶ πάλιν εἶπεν ὁ Ὅσιος·
«ἐπειδὴ ἦλθες νὰ μὲ
διδάξῃς τὸν ἁμαρτωλόν, δέομαί σου, εἰπέ μοι καὶ τοῦτο· ἐὰν εὑρέθη τὶς
ἄνθρωπος ἁμαρτωλὸς καὶ διδάξῃ ἄλλον, ἐκβάλῃ αὐτὸν ἀπὸ τὴν ἁμαρτίαν καὶ
δείξῃ εἰς αὐτὸν στράταν καλήν, ἔχει τίποτε μισθόν;»
Λέγει αὐτῷ ὁ
Ἄγγελος·
«ὅστις πράξη ταῦτα ὅπου μὲ ἐρωτᾶς, σώζει τὸν ἑαυτόν του καὶ ὁ
συμβουλεύων ἄλλον τινὰ εἰς τὸ κακόν, ὄχι μόνον ἐκεῖνον καταστρέφει, ἀλλὰ
καὶ τὴν ψυχὴν του παραδίδει τῷ Διαβόλῳ. Λοιπὸν δὲν εἶναι δεινοτέρα
ἁμαρτία ὡς τὸ συμβουλεῦσαι ἄνθρωπον εἰς κακὸν ἔργον, οὕτω δὲ πάλιν εἶναι
καλὸν τὸ συμβουλεῦσαι εἰς τὸ ἀγαθόν».
Πάλιν ἠρώτησεν ὀ Ὅσιος λέγων:
«εἰπέ μοι καὶ τοῦτο· τάχα ἕως τώρα ἐπλήθυναν
οἱ Ἅγιοι εἰς ὅλον τὸν Κόσμον; καὶ ἕως τέλος θὰ εἶναι ἄρά γε τοιοῦτοι;»
Καὶ ὁ Ἄγγελος εἶπεν·
«ἕως τῆς συντέλειας τοῦ αἰῶνος, Τίμιε Πάτερ, δὲν
θέλει ἐκλείψει δίκαιος καὶ προφήτης Κυρίῳ τῷ Θεῷ, ὠσαύτως οὐδὲ τῷ Σατανᾷ
ὑπηρέτης. Πλὴν εἰς τοὺς ὑστερινοὺς καιροὺς ὅσοι ἐν ἀλήθειᾳ δουλεύσουν
τῷ Χριστῷ καὶ κρύβονται ἀπὸ τοὺς ἀνθρώπους, ἐὰν σημεῖα καὶ τέρατα δὲν
κάμνουν ὡσὰν τώρα, ἀλλὰ πρακτικὴ ὁδῷ περιπατοῦν μετὰ ταπεινώσεως,
μεγαλύτεροι ἀπὸ τοὺς τελοῦντας σημεῖα θέλουν εὑρέθη ἐν τῇ βασιλεία τοῦ
Θεοῦ· διότι τότε δὲν θέλουν ἰδῇ τίνα νὰ κάμνῃ σημεῖα καὶ θαύματα, ἵνα ἐκ
τῆς τοιαύτης ὑποθέσεως ἀναζωπυρούμενοι οἱ ἄνθρωποι μὲ δυνατὴν προθυμίαν
εἰσέλθουν εἰς τὸν ἀγῶνα, διότι θέλουν εἶναι ἐκεῖνοι ὀποῦ νὰ ποιμαίνουν
καὶ νὰ ἐξουσιάζουν εἰς ὅλον τὸν κόσμον, ἀδόκιμοι παντελῶς, νὰ μὴ
γινῶσκοῦν οὔτε μίαν ἐπιστήμην τῆς ἀρετῆς. Διότι θέλουν ἐκπέσει εἰς τὴν
γαστριμαργίαν, φιλαργυρίαν καὶ κενοδοξίαν καὶ νὰ εἶναι περισσότερον
σκάνδαλον τοῖς ἀνθρώποις καὶ οὐχὶ ὑπογραμμός, διὰ τοῦτο περισσότερον
ἀμελισθήσεται ἡ ἀρετή διότι τότε θέλει βασιλεύσει ἡ φιλαργυρία καὶ οὐαὶ
εἰς ἐκεῖνους ὅπου χαίρουν ὅτι ἔχουσι χρήματα πολλά· ὄνειδος γὰρ ἔσονται
οὗτοι Κυρίῳ τῷ Θεῷ καὶ δὲν θέλουν ἰδεῖ πρόσωπον Θεοῦ ζῶντος· ὅτι μοναχὸς
ἢ λαϊκὸς ὅπου δίδει εἰς τόκον τὸ ἀργύριον αὐτοῦ βυθῷ ταρτάρου
καταποντισθήσετα, ὅτι δὲν προτίμα νὰ κάμῃ αὐτὰ καρποφόρα Κυρίῳ τῷ Θεῷ
διὰ τῆς ἐλεημοσύνης τῶν πενήτων».
Ταῦτα εἰπῶν ὁ Ἄγγελος τῷ Ἅββᾷ Μακαρίῳ καὶ κλίνας πρὸς αὐτὸν τὴν κεφαλὴν
εἶπεν:
«εὐλόγησον, Πάτερ Ἅγιε, συγχώρησόν με».
Τότε πεσῶν ὁ Γέρων,
προσεκύνησεν αὐτῷ λέγων:
«πορεύου ἐν εἰρήνῃ, παράστηθι τῇ Ἁγία Τριάδι καὶ
πρέσβευε ὑπὲρ ἐμοῦ».
Καὶ ἀναχωρήσας ὁ Ἄγγελος ἀπήλθεν εἰς τὸν οὐρανόν. Ὁ δὲ Ἁββᾶς Μακάριος
εὐχαριστήσας τῷ Θεῷ, ἐπῆγεν εἰς τὸ κελλίον του καὶ διηγήθη εἰς τοὺς
ἀδελφοὺς καὶ συνασκητὰς αὐτοῦ ὅσα εἶδε καὶ ἤκουσεν ἀπὸ τὸν Ἄγγελον,
δοξάζων καὶ εὐλογῶν τὸν Θεόν.