Άγιος Ελευθέριος ο Ιερομάρτυρας (τιμάται 15 Δεκεμβρίου)
Ὁ Οἶκος       Ἀπολυτίκιον
Ἔπιδε εὔσπλαγχνε Ζωοδότα, ὡς φιλάνθρωπος μόνος καὶ οἰκτίρμων Θεός, τὴν τῆς ψυχῆς μου σκοτόμαιναν, καὶ πανσθενεῖ δεξιᾷ σου Λόγε, τῶν παθῶν ἐλευθέρωσον τῆς αἰσχύνης, ὅπως τὸν σὸν   Ἱεράρχην ὑμνήσω Ἐλευθέριον· αὐτὸς γὰρ ὄντως ἐκ μήτρας ἐγνωρίσθη σοι, καὶ καθηγίασται, καὶ ἀνετέθη σοι, ὡς Σαμουήλ, ἀπὸ μητρὸς ἱερᾶς σοι τῷ Κτίσαντι, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.   Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
ερέων ποδήρει κατακοσμούμενος, καὶ αἱμάτων τοῖς ῥείθροις ἐπισταζόμενος, τῷ Δεσπότῃ σου Χριστῷ μάκαρ ἀνέδραμες, Ἐλευθέριε σοφέ, καθαιρέτα τοῦ Σατᾶν. Διὸ μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν μακαρίαν σου ἄθλησιν.
ΤΟ ΑΠΟΛΥΤΙΚΙΟ ΤΟΥ ΑΓΙΟΥ ΑΠΟ ΤΟΝ π. ΝΙΚΟΔΗΜΟ ΚΑΒΑΡΝΟ  
Ὁ Βίος        
Κάθισμα   Ἕτερον Ἀπολυτίκιον   Ἕτερον Ἀπολυτίκιον
Ἦχος α’. Τὸν τάφον σου Σωτὴρ.
Ἐλεύθερον τὸν νοῦν, ἐκ παθῶν κεκτημένος, ἐγένου τοῦ Θεοῦ, γνησιώτατος δοῦλος, καὶ πλάνης ἠλευθέρωσας, τοὺς καλῶς σοι ποθήσαντας, ἐναθλήσας δέ, ὡς ἱερεύς τε καὶ Μάρτυς, Ἐλευθέριε, διπλοῦν ἐδέξω τὸ στέφος, πρεσβεύων σωθῆναι ἡμᾶς.
  Ἦχος πλ. α’. Τὸν συνάναρχον λόγον.
Φερωνύμῳ σου κλήσει καλλωπιζόμενος, ἐλευθερίαν παρέχεις καὶ ἀπολύτρωσιν, τοῖς προσκάμνουσι δεινῶς, ποικίλας θλίψεσιν, Ἐλευθέριε σοφέ, ἱερῶν καλλονή, Μαρτύρων ἡ ὡραιότης· διὸ μὴ παύσῃ βραβεύων, ἀναψυχὴν τοῖς σὲ γαιρέρουσι.
  Ἦχος δ’.
Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν· διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Ἐλευθέριε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Στίχος   Μεγαλυνάριον   Κοντάκιον
Ἐλευθέριος, ὡς ἀδουλόνους φύσει, Σπάθας θεωρῶν, οὐκ ἐδουλοῦτο πλάνῃ. Δῖον Ἐλευθέριον δεκάτῃ πέφνε φάσγανα πέμπτῃ.   Τῆς ἐλευθερίας τῆς ἐν Χριστῷ, τοῖς δεδουλωμένοις, χρηματίσας μυσταγωγός, κληρονόμος ὤφθης, Σιὼν τῆς ἐλευθέρας, ἀθλήσας Ἐλευθέριε ὡς ἀσώματος.   Ἦχος β’. Τοὺς ἀσφαλεῖς.
Ὡς καλλονὴν τῶν ἱερέων Ὅσιε, καὶ προτροπὴν τῶν Ἀθλοφόρων ἅπαντες, εὐφημοῦμεν καὶ αἰτοῦμέν σε, Ἱερομάρτυς Ἐλευθέριε· Τοὺς πόθῳ σου τὴν μνὴμην ἑορτάζοντας, κινδύνων πολυτρόπων ἐλευθέρωσον, πρεσβεύων ἀπαύστως, ὑπὲρ πάντων ἡμῶν.