Άγιος Παντελεήμων ο Μεγαλομάρτυς και Ιαματικός (τιμάται 27 Ιουλίου)
Στίχος   Ἀπολυτίκιον   Μεγαλυνάριον
Γαλακτόμικτον, Μάρτυς, αἷμα σῆς κάρας, Δι' ἣν ὑδατόμικτον ὁ Χριστὸς χέει. Φάσγανον ἑβδομάτῃ λάχεν εἰκάδι Παντελεήμων.

 

  Ἦχος γ’.
Ἀθλοφόρε Ἅγιε, καὶ ἰαματικὲ Παντελεῆμον, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

ΤΟ ΑΠΟΛΥΤΙΚΙΟ ΤΟΥ ΑΓΙΟΥ ΑΠΟ ΤΟΝ π. ΝΙΚΟΔΗΜΟ ΚΑΒΑΡΝΟ  
  Ἦχος πλ. α’.
Μιμητὴς ὑπάρχων τοῦ ἐλεήμονος, καὶ ἰαμάτων τὴν χάριν παρ᾽αὐτοῦ κομισάμενος, ἀθλοφόρε καὶ Μάρτυς Χριστοῦ τοῦ Θεοῦ, ταῖς εὐχαῖς σου τὰς ψυχικὰς ἡμῶν νόσους θεράπευσον, ἀπελαύνων τοῦ ἀεί, πολεμίου τὰ σκάνδαλα, ἐκ τῶν βοώντων ἀπαύστως· Σῶσον ἡμᾶς Κύριε.

 

Βίος   Ὁ Οἶκος
  Τοῦ Ἀναργύρου τὴν μνήμην, τοῦ γενναίου τὴν ἄθλησιν, τοῦ πιστοῦ τὰς ἰατρείας, εὐσεβῶς ὑμνήσωμεν φιλόχριστοι, ἵνα λάβωμεν ἔλεος, μάλιστα οἱ βορβορώσαντες, ὡς κἀγώ, τοὺς ἑαυτῶν ναούς· ψυχῶν γὰρ καὶ σωμάτων ὁμοῦ τὴν θεραπείαν περέχει. Σπουδάσωμεν οὖν, ἀδελφοί, ἐν ταῖς καρδίαις ἡμῶν ἔχειν τοῦτον ἀσφαλῶς, τόν ῥυόμενον ἐκ πλάνης τοὺς βοῶντας ἀπαύστως· Σῶσον ἡμᾶς Κύριε.
Κάθισμα   Κοντάκιον
Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.
Μαρτυρήσας γενναίως ὑπὲρ Χριστοῦ, καὶ τὴν πίστιν κηρύξας τῷ σῷ πατρί, ἀνείλκυσας πανεύφημε, τοῦ βυθοῦ τῆς ἀγνοίας, καὶ τυράννων μὴ πτήξας, τὸ ἄθεον φρόνημα, τῶν δαιμόνων κατῄσχυνας, τὸ ἀνίσχυρον θράσος· ὅθεν καὶ τὴν χάριν, ἐκ Θεοῦ ἐκομίσω, ἰᾶσθαι νοσήματα, τῆς ψυχῆς καὶ τοῦ σώματος, Παντελεῆμον πανεύφημε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
  Ῥεῖθρα ἰαμάτων ὡς ἐκ πηγῆς, χάριτι θαυμάτων, βρύει χρῄζουσι δωρεάν, ὁ Παντελεήμων, ὁ πάνσοφος ἀκέστωρ· οἱ ῥώσεως διψῶντες δεῦτε ἀρύσασθε σε.